Add parallel Print Page Options

26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, [a]ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν [b]πάντας. 28 ὁμοίως [c]καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν [d]πάντας. 30 κατὰ [e]τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 πάντας WH Treg NIV ] ἅπαντας RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:29 πάντας WH Treg NIV ] ἅπαντας RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP